Ezekiel 44:15
οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδούκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπ' ἐμοῦ, οὗτοι προσάξουσι πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 3:3καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα Κυρίῳ, τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
Leviticus 17:5ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά.
Numbers 16:5καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων· ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν.
Deuteronomy 10:8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
2 Samuel 8:17καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,
Jeremiah 33:18Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ εἶπε παντὶ τῷ λαῷ Ἰούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.