Ezekiel 44:23
καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 10:10διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.
Deuteronomy 33:10δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
Hosea 4:6ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.
Zephaniah 3:4οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσι νόμον·
Malachi 2:6νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾿ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.