Ezekiel 48:28
καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Μαριμὼθ Κάδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
27καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία.
Cross References
Genesis 14:7καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ.
Numbers 20:1ΚΑΙ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ.
Numbers 34:5καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
2 Chronicles 20:2καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες· ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσασὰν Θαμὰρ (αὕτη ἐστὶν Ἐγγαδί).
Isaiah 27:12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ρινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα.
Ezekiel 47:15καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ἠμὰθ Σεδαδά,