Ezekiel 48:8
καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
7καὶ ἀπὸ τῶν ὁρίων Ρουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.
9ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὗρος εἴκοσι καὶ πέντε χιλιάδες.
Cross References
Isaiah 12:6ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Ezekiel 45:1ΚΑΙ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν.
Ezekiel 48:35κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾿ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.