Ezekiel 7:2
καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Cross References
Deuteronomy 32:20καὶ εἶπεν· ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
Jeremiah 5:31οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Lamentations 1:9Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, Κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός.
Ezekiel 7:3ἥκει τὸ πέρας
Ezekiel 11:13Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα· οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;
Ezekiel 21:2διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ