Γένεσις 12:11
ἐγένετο δέ, ἡνίκα ἤγγισεν ¨Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ¨Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 6:2ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.
Genesis 20:13ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
Genesis 26:7Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
Genesis 39:6καὶ ἐπέτρεψε πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσὴφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ αὑτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
2 Samuel 11:2καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.
Proverbs 21:30οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ.