Genesis 13:18
καὶ ἀποσκηνώσας ¨Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 8:20καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.
Genesis 13:4εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ¨Αβραμ τὸ ὄνομα τοῦ Κυρίου.
Genesis 18:1ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Genesis 35:27Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.
Numbers 13:22καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ροόβ, εἰσπορευομένων Αἰμάθ.
Joshua 15:13καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνὰκ (αὕτη ἐστὶ Χεβρών).