Γένεσις 15:1
ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ¨Αβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ ¨Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 21:17εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.
Genesis 22:20Ἐγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Genesis 46:2εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;
Numbers 12:6καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Deuteronomy 31:6ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
Ruth 2:12ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.