Γένεσις 19:29
καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἁβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 8:1ΚΑΙ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ,
Genesis 18:23καὶ ἐγγίσας Ἁβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;
Deuteronomy 9:5οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.
Nehemiah 13:22καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ Θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
Psalms 25:7τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
Psalms 105:42καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.