Γένεσις 24:14
καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 15:8εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
Genesis 24:44καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
Judges 6:17καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι ἐλάλησας μετ᾿ ἐμοῦ,
Judges 7:13καὶ ἦλθε Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.
1 Samuel 6:7καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον·
1 Samuel 14:8καὶ εἶπεν Ἰωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·