Γένεσις 24:40
καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
39εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
Cross References
Genesis 5:24καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
Genesis 17:1ΕΓΕΝΕΤΟ δὲ ¨Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
Genesis 48:15καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Exodus 33:2καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον καὶ Χαναναῖον.
1 Kings 3:6καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη·
2 Kings 20:3Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.