Γένεσις 28:19
καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And he called the name of that place Bethel: but the name of that city was called Luz at the first.
In Context
Cross References
Genesis 35:1ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.
Genesis 48:3καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με
Joshua 18:13καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω,
Judges 20:26καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθὴλ καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου·
1 Kings 12:29καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
2 Chronicles 13:19καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς.