Γένεσις 29:32
καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
31Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα·
Cross References
Genesis 16:11καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Genesis 35:22Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα.
Genesis 37:21ἀκούσας δὲ Ρουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν· οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν.
Genesis 42:22ἀποκριθεὶς δὲ Ρουβὴν εἶπεν αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.
Genesis 46:8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ρουβήν.
Exodus 3:7εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν,