Γένεσις 31:13
ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 28:12καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
Genesis 28:20καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
Genesis 32:9εἶπε δὲ Ἰακώβ· ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαάκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω,
Genesis 35:7καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.