Γένεσις 31:21
καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
20ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
22ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ,
Cross References
Genesis 15:18ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ ¨Αβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
Genesis 37:25Ἐκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ρητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.
Numbers 24:1ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
Deuteronomy 3:12καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ.
Joshua 24:2καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ' ἀρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ καὶ ὁ πατὴρ Ναχώρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
2 Samuel 24:6καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν Ἀδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα.