Γένεσις 31:53
ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 11:24Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
Genesis 14:22εἶπε δὲ ¨Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Genesis 17:7καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Genesis 22:20Ἐγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Genesis 26:28οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,
Genesis 31:42εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.