Γένεσις 35:1
ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 12:8καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Genesis 16:8καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
Genesis 27:41Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
Genesis 28:13ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.
Genesis 29:1ΚΑΙ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
Genesis 31:13ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.