Γένεσις 37:26
εἶπε δὲ Ἰούδας πρὸς τούς ἀδελφοὺς αὐτοῦ· τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And Judah said unto his brethren, What profit is it if we slay our brother, and conceal his blood?
In Context
Cross References
Genesis 4:9καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
Genesis 25:32καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Deuteronomy 17:8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ρῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος καὶ ἀναμέσον κρίσις κρίσεως καὶ ἀναμέσον ἁφὴ ἁφῆς καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ρήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ,
Job 16:18γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
Jeremiah 41:8Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,