Γένεσις 38:10
πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And the thing which he did displeased the LORD: wherefore he slew him also.
In Context
Cross References
Genesis 46:12υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.
Numbers 22:34καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι.
1 Samuel 2:25ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.
1 Kings 17:20καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
1 Chronicles 21:7καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν Ἰσραήλ.
Proverbs 24:18ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.