Γένεσις 38:12
Ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμίτης εἰς Θαμνά.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 24:67εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
Genesis 38:1ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Ὀδολλαμίτην, ᾧ ὄνομα Εἰράς.
Joshua 15:35καὶ Ἱερμοὺθ καὶ Ὀδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ Ἀζηκὰ
Joshua 15:57καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
Judges 14:1ΚΑΙ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων.
1 Samuel 25:36καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπ᾿ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ.