Γένεσις 38:14
καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 38:11εἶπε δὲ Ἰούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
Genesis 38:26ἐπέγνω δὲ Ἰούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
Jeremiah 3:2ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν καὶ ἰδέ· πῶς οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.