Γένεσις 42:28
καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ· ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες· τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 42:36εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν· ἐμὲ ἠτεκνώσατε, Ἰωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ᾿ ἐμὲ ἐγένετο ταῦτα πάντα.
Leviticus 26:36καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, καί διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐδενὸς διώκοντος·
1 Kings 10:5καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
Song of Solomon 5:6ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου.
Lamentations 2:17Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε.
Amos 3:6εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε;