Γένεσις 42:4
τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν Ἰωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ· μή ποτε συμβῇ αὐτῷ μαλακία.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
3κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου·
5Ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν.
Cross References
Genesis 11:4καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
Genesis 35:16Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
Genesis 43:14Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ἰωσήφ.
Genesis 44:20καὶ εἴπαμεν τῷ κυρίῳ· ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρους νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
Genesis 44:29ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.