Γένεσις 47:9
καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
8εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ· πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;
10καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ.
Cross References
Genesis 5:27καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Genesis 11:24Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
Genesis 35:28ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα,
Genesis 50:26καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.
Exodus 7:7Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοηκοντατριῶν, ἡνίκα ἐλάλησε πρὸς Φαραώ.
Joshua 24:29καὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου, ὅσα ἐποίησε τῷ Ἰσραήλ.