Γένεσις 48:1
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 46:20ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.
2 Kings 13:14Καὶ Ἑλισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
Job 42:16ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν.