Γένεσις 49:8
Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 29:35καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.
Genesis 42:6Ἰωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
Genesis 46:12υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.
Numbers 10:14καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμιναδάβ,
Deuteronomy 33:7καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
Joshua 15:20αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.