Γένεσις 7:4
ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
5καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.
Cross References
Genesis 6:3καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη.
Genesis 6:13καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.
Genesis 7:10καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς.
Genesis 7:17Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.
Genesis 8:10καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ·
Genesis 29:27συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.