Hosea 1
1ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.
2Ἀρχὴ λόγου Κυρίου εἰς Ὡσηέ. καὶ εἶπε Κύριος πρὸς Ὡσηέ· βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.
3καὶ ἐπορεύθη καί ἔλαβε τὴν Γόμερ θυγατέρα Δεβηλαΐμ, καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν.
4καὶ εἶπε Κύριος πρὸς αὐτόν· κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ.
5καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.
6καὶ συνέλαβεν ἔτι καὶ ἔτεκε θυγατέρα, καὶ εἶπεν αὐτῷ· κάλεσον τὸ ὄνομα αὐτῆς, Οὐκ-ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ᾿ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.
7τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ρομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσι.
8καὶ ἀπεγαλάκτισε τὴν Οὐκ-ἠλεημένην, καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.
9καὶ εἶπε· κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαός-μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγώ οὐκ εἰμὶ ὑμῶν.