Hosea 12:1
ΕΚΥΚΛΩΣΕ με ἐν ψεύδει Ἐφραὶμ καὶ ἐν ἀσεβείας οἶκος Ἰσραὴλ καὶ Ἰούδα. νῦν ἔγνω αὐτοὺς ὁ Θεός, καὶ λαὸς ἅγιος κεκλήσεται Θεοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 15:19ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.
2 Chronicles 21:11καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐξεπόρνευσε τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ καὶ ἀπεπλάνησε τὸν Ἰούδαν.
Jeremiah 22:22πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
Hosea 4:15Σὺ δέ, Ἰσραήλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν Οἶκον Ὦν καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.
Hosea 7:1ΚΑΙ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,