Hosea 2:14
καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τάς συκᾶς αὐτῆς, ὅσα εἶπε· μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 34:3καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακὼβ καὶ ἠγάπησε τὴν παρθένον καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.
Song of Solomon 1:4εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.
Isaiah 30:18καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν ἐστι, καὶ ποῦ καταλείψεται τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐπ᾿ αὐτῷ.
Isaiah 40:1ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
Isaiah 51:3καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.
Jeremiah 3:12πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.