Hosea 4:1
ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἀφ᾿ αἵμασι μίσγουσι.
Cross References
1 Kings 22:19καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων.
Isaiah 1:10Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ λαὸς Γομόρρας.
Isaiah 3:13ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ·
Isaiah 28:14διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ·
Isaiah 34:8ἡμέρα γὰρ κρίσεως Κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών.
Isaiah 66:5Ἀκούσατε ρήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.