Hosea 6:9
καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
8Γαλαὰδ πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ,
10ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα.
Cross References
1 Kings 12:25Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ.
Job 1:15καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
Jeremiah 7:9καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν
Ezekiel 22:9ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.
Hosea 5:1ΑΚΟΥΣΑΤΕ ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,
Hosea 7:1ΚΑΙ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,