Hosea 7:5
αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Kings 13:4καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων· συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν,
Proverbs 20:1ΑΚΟΛΑΣΤΟΝ οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
Isaiah 5:11Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.
Isaiah 28:1ΟΥΑΙ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ· τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.