Hosea 9:7
ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 10:3καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν
Isaiah 34:8ἡμέρα γὰρ κρίσεως Κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών.
Jeremiah 6:14καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη;
Jeremiah 10:15μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.
Jeremiah 16:18καὶ ἀνταποδώσω διπλᾶς τὰς κακίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου.