Isaiah 1:2
Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 1:31καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.
Deuteronomy 4:26διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾿ αὐτῆς, ἀλλ᾿ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.
Deuteronomy 30:19διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζήσῃς σὺ καὶ τὸ σπέρμα σου,
2 Kings 21:22καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου.
Isaiah 5:1ΑΣΩ δὴ τῷ ἠγαπημένῳ ἆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι.
Isaiah 30:9ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ,