Isaiah 10:25
ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
For yet a very little while, and the indignation shall cease, and mine anger in their destruction.
In Context
Cross References
2 Kings 19:35Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ πάντες σώματα νεκρά.
Proverbs 22:8ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. 8α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
Isaiah 10:33ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται,
Isaiah 14:24τάδε λέγει Κύριος σαβαώθ· ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ,
Isaiah 17:12Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα οὕτω ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει.
Isaiah 31:4ὅτι οὕτως εἶπέ μοι Κύριος· ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θύρᾳ, ᾗ ἔλαβε, καὶ κεκράξῃ ἐπ᾿ αὐτῇ, ἓως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιών, ἐπὶ τὰ ὄρη αὐτῆς.