Isaiah 14:25
τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
24τάδε λέγει Κύριος σαβαώθ· ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ,
Cross References
2 Chronicles 32:21καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.
Isaiah 10:12καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
Isaiah 10:24Διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ· μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ράβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
Isaiah 10:32παρακαλεῖται σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.
Isaiah 17:12Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα οὕτω ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει.
Isaiah 31:8καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρός, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα,