Isaiah 24:23
καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλήμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 15:21ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ λέγουσα· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Psalms 97:1Ψαλμὸς τῷ Δαυΐδ. ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
Isaiah 13:10οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.
Isaiah 33:22ὁ γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος· κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.
Isaiah 60:19καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.