Isaiah 29:23
ἀλλ᾿ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾿ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακὼβ καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 5:16καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.
Isaiah 19:25ἣν εὐλόγησε Κύριος σαβαὼθ λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ.
Isaiah 43:21λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
Isaiah 49:20ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω.
Hosea 3:5καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.