Isaiah 31:9
πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος· μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 6:13τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωΐ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν.
Deuteronomy 32:37καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς;
Isaiah 10:16καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
Isaiah 11:10Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ρίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
Isaiah 18:3πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.
Isaiah 30:33σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν. ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.