Isaiah 4:3
καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιών, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται, πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 6:13καὶ ἔτι ἐπ᾿ αὐτῆς ἔστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.
Isaiah 60:21καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.
Ezekiel 36:24καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
Zechariah 14:2καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.