Isaiah 43:3
ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραὴλ ὁ σῴζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 10:7καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος;
2 Chronicles 14:9καὶ ἐξῆλθεν ἐπ' αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά.
Proverbs 21:18περικάθαρμα δὲ δικαίου ἄνομος.
Isaiah 30:11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ,
Isaiah 45:14Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ·
Isaiah 45:21εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾿ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.