Isaiah 44:18
οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Proverbs 28:5ἄνδρες κακοὶ οὐ νοήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί.
Isaiah 6:9καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Isaiah 29:10ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.
Isaiah 44:20γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου;
Isaiah 46:7αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὡς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώση αὐτόν.