Isaiah 44:21
Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 4:9πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
Deuteronomy 31:19καὶ νῦν γράψατε τὰ ρήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.
Isaiah 40:27Μὴ γὰρ εἶπῃς, Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ· ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε καὶ ἀπέστη;
Isaiah 42:23τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.
Isaiah 43:7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν·
Isaiah 44:1ΝΥΝ δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην·