Isaiah 46:3
Ἀκούετέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 1:31καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.
Psalms 81:8ἀνάστα, ὁ Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Isaiah 10:20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ,
Isaiah 11:11καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνη προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας.
Isaiah 44:1ΝΥΝ δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην·