Isaiah 48:2
καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Judges 17:13καὶ εἶπε Μιχαίας· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.
Nehemiah 11:1ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι.
Psalms 48:1Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορὲ ψαλμός.
Isaiah 10:20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ,
Isaiah 51:13καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε;
Isaiah 52:1ΕΞΕΓΕΙΡΟΥ ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.