Isaiah 49:21
καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 1:8ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη·
Isaiah 5:13τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος.
Isaiah 52:2ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἱερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.
Isaiah 60:15διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
Isaiah 64:10πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν.
Lamentations 1:1Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.