Isaiah 5:8
Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Kings 21:16καὶ ἐξῆλθε μεσημβρίας· καὶ υἱὸς Ἄδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ.
Proverbs 15:27ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται. α ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Ezekiel 11:15υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλήμ· μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.
Micah 2:1ΕΓΕΝΟΝΤΟ λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν.
Habakkuk 2:6οὐχὶ ταῦτα πάντα κατ᾿ αὐτοῦ παραβολὴν λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.