Isaiah 54:17
πᾶν σκεῦος φθαρτόν, ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ἡμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Job 1:11ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
Job 22:5πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι;
Psalms 2:1ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
Psalms 61:5πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. (διάψαλμα).
Psalms 71:19καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο. Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ Ἰεσσαί.
Isaiah 41:11ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου·