Isaiah 59:3
αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 1:15ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Jeremiah 2:30μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε.
Jeremiah 7:8εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε,
Jeremiah 9:3καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.
Jeremiah 22:17ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.
Ezekiel 9:9καὶ εἶπε πρός με· ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν· ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος.